Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

βούλεται, ἐκ τούτων δὲ τοὺς χυμοὺς, τοὺς ἐν τοῖς ζώοις τε καὶ φυτοῖς συνισταμένους. καὶ ἐν ζώοις μὲν καὶ φυτοῖς μᾶλλον μὲν δρᾷν τὴν θερμότητα καὶ τὴν ψυχρότητα· ἧττον δὲ τὸ ὑγρὸν καὶ τὸ ξηρόν· ὅπερ καὶ Ἱπποκράτης φαίνεται λέγειν. τοῦτο μὲν οὖν ὡμολόγηται πᾶσι σχεδὸν τοῖς φιλοσόφοις τε καὶ ἰατροῖς, πρώτας εἶναι δ΄ τὰς ποιότητας, τὴν θερμότητα, τὴν ψυχρότητα, τὴν ὑγρότητα καὶ τὴν ξηρότητα. καὶ ἐκ τούτων κράσεως τὰ στοιχεῖα τὰ αἰσθητὰ γενέσθαι καὶ τὰ ὁμοιομερῆ πάντα τοῦ σώματος μόρια· εἶτα δὲ τὰ ὀργανικὰ, ἅπερ ἀνομοιομερῆ καλεῖται. γενηθέντος δὲ τοῦ ζώου, ἐπειδὰν τὸ τέλειον ὑπολάβῃ μέγεθος, αἱ φυσικαὶ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ· καὶ μὴ μόνον ἡ θρεπτικὴ καὶ ἀλλοιωτικὴ, ἀλλὰ καὶ ἡ αὐξητική. ταύτης δὲ τῆς δυνάμεως ἴδιόν ἐστιν εἰς πᾶν μέρος ἐκτεῖναι τὸ ζῶον. τὸ δὲ διατείνεσθαι πάντη μόνοις τοῖς ὑπὸ φύσεως αὐξανομένοις ὑπάρχει. τοῦτο δὲ ἄνευ τῆς ἐπιῤῥεούσης τε καὶ προσπλαττομένης τροφῆς οὐ δύναται γενέσθαι. οὐ γὰρ δύναται αὔξησίς

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]