Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ποτε γίγνεσθαι ἄνευ τῆς ὑγρᾶς οὐσίας. διὸ ἐν τοῖς αὐξανομένοις φυλάττειν χρὴ, ὡς μήτε πάνυ πολλὰ, μήτε βίαια γυμνάζοιντο· μή πως αὐτῶν αὔξησιν ἐπισχῶμεν· τοῦτο γινώσκοντες, ὅτι ἀεὶ ἀπὸ τῆς πρώτης γενέσεως ἅπαν ζῶον ὁσημέραι γίνεται ξηρότερον. μὴ ἐξαπατάτω δέ σε ἡ ἀλλοίωσις, ἡγούμενον ταὐτὸν εἶναι τὴν αὔξησιν αὐτῇ. αὐξάνεται μὲν γάρ τι κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας, ἀλλοιώσεως. ἡ δὲ αὔξησις ἔστ᾿ ἂν τὰ ὀστᾶ κρατυνθῇ. κρατύνεται δὲ ἐπὶ σμικρῷ μεγέθει δι᾿ ὕλης ἔνδειαν, ἢ ξηρότητα. παύεται γὰρ τῆς αὐξήσεως, ἢ πρωϊαίτερον, ἢ ὀψιαίτερον ἕκαστον ἐπὶ διττῇ αἰτίᾳ. * * αὐτὸς δὲ τοῦτο ἐσημαίνετο τῇ ἐναντιότητι, εἰπὼν, ὑγρότητι καὶ ξηρότητι. οἶδα γὰρ ὡς τὸ μὲν μεῖζον τοῦ δέοντος, οὕτω καὶ τὸ σμικρότερον κατὰ διττὰς αἰτίας γίνεται· τὸ μὲν μεῖζον, ἢ διὰ πλεονεξίαν ὑγρότητος, ἢ ὕλης· τὸ δὲ ἔλαττον, ἢ διὰ ξηρότητα κρατοῦσαν, ἢ τῆς ὕλης ἔνδειαν. διὸ τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα, ἐὰν μὲν ἐν τῇ πρώτῃ συστάσει μέσον ὑγρότητος καὶ ξηρότητος

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]