Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον· καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα.

Τῆς προγνώσεως οὐ σμικρᾶς μοίρας οὔσης τῆς ἰατρικῆς καὶ ὠφελιμωτάτης, δείκνυσι νῦν ὁ παλαιὸς κατὰ πόσους τρόπους ἁμαρτάνουσι κατ᾿ αὐτὴν οἱ ἰατροί. πλὴν γὰρ τοῦ πολλὰς εἶναι πρὸς τῆς φύσεως αἰτίας, δι᾿ ἃς πολλάκις ἡ πρόγνωσίς τε καὶ πρόῤῥησις ἐξαλλάττει, πολλὰ δὲ καὶ ἔστιν ἰδεῖν τὰ τῶν ἰατρευόντων πλημμελήματα καὶ τὰ τῶν καμνόντων ἁμαρτήματα ἐς φύσιν πάντα διοικοῦσαν, ὡς ἐπὶ τὸ πολὺ, καλῶς. εἰσὶ μέν τινες ἡγούμενοι σφᾶς αὐτοὺς μὴ εἶναι ἰατροὺς, εἰ μὴ ἕκαστος αὐτῶν εἰσελθὼν περὶ τὸν ἄῤῥωστον, εἶτα περιζωσάμενος ἢ καταπλάσειεν ἢ καταιονήσειεν ἢ κλύσειεν ἢ φλεβοτομήσειεν ἢ σικυάσειεν ἢ τρίψειεν ἤ τι τοιοῦτον ἕτερον ἐργάσαιτο· ὡς μηδὲν αὐτῷ πεπρᾶχθαι τεχνικὸν, εἰ τούτων τι παραλείπῃ. σημαίνει γὰρ νῦν Ἱπποκράτης ὅτι ὁποσάκις ἂν οὗτοι εἰσέλθωσι πρὸς τὸν νοσοῦντα, ταῦτα μὴ κατὰ καιρὸν ποιοῦντες, τοσαυτάκις

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]