Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

εἰς τὸν πνεύμονα γενέσθαι κατάῤῥους· οἵπερ εἶναι κακοήθεις εἰώθασιν, ὅταν λεπτὰ καὶ βρωτικὰ ταῖς δυνάμεσιν ᾖ τὰ καταῤῥέοντα. ταῦτα οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι προσήκει μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τἄλλα ῥεύματα, λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε καὶ δύσπεπτον, οὔτε εὐθέως ἐκκρίνεσθαι. μένοντα γὰρ ἔνδον οὐ πέττεται ῥᾳδίως, ἐκκρινόμενα δὲ βῆχας ἐργάζεται συντόνους. διὸ βλάβη ἕπεται καὶ μένουσι κατὰ τὸν πνεύμονα τοῖς τοιούτοις ὑγροῖς καὶ κενουμένοις. καλῶς οὖν ἡ φύσις προυμηθήσατο διττοὺς ποιοῦσα πόρους, ἵνα μὴ τοιοῦτόν τι συμβαίνῃ· καθάπερ τἄλλα πολλὰ ἐκ τῆς κοιλίας τε καὶ τῆς ἕδρας καὶ τοῦ καυλοῦ ἐκκρίνεται· ὅπερ ἀκουστέον ἐστὶ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἄλλων τῶν ἤδη εἰρημένων.

Μία φύσις ἐστὶ πάντα ταῦτα καὶ οὐ μία. πολλαὶ φύσιές εἰσι πάντα ταῦτα καὶ οὐ μία.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]