Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

γε ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν, ἢ ἰδίως τῷδέ τινι γίνεται. καὶ φύσει μὲν καὶ κοινῇ πᾶσι τοῖς ζώοις ἡ μὲν καρδία τοῦ ἥπατος, τὸ δ᾿ ἧπαρ ἐντέρων τε καὶ γαστρὸς, αἱ δ᾿ ἀρτηρίαι τῶν φλεβῶν ἰσχυρότεραί εἰσιν ἑλκύσαι τε τὸ χρήσιμον ἑαυτοῖς ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον. καθ᾿ ἕκαστον δὲ ἡμῶν ἰδίως ἐν μὲν τῷδε καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἐν δὲ τῷδε ἡ γαστήρ ἐπισπᾶται γὰρ ῥᾳδίως ἐκ τοῦ ἥπατος, ὅταν αὐτὴ μὲν ὀρέγοιτο τροφῆς σφοδρῶς, ἐμπεπλησμένον δὲ εἴη τὸ ἧπαρ. οὕτω δὲ καὶ τὸ ἧπαρ ἕλκει, ὅταν ποτὲ καὶ αὐτὸ δεῖται τροφῆς, καὶ ὡς ἐξ ἀλλήλων ἕλκει τὰ μόρια τροφὴν, οὕτω καὶ ἀποτίθεταί ποτ᾿ εἰς ἄλληλα τὸ περιττόν. ὥστε οὐ θαυμαστὸν, εἰ ἐκ τῆς ἐσχάτης ἐπιφανείας, τῆς κατὰ τὸ δέρμα, ὡς νῦν Ἱπποκράτης φησὶ, μέχρι τῶν ἐντέρων καὶ τῆς γαστρὸς ἀφικνεῖταί τι μεταλαμβανόμενον. καὶ μὴ μόνον τὸ πνεῦμα ἢ τὸ περίττωμα, ἀλλὰ καὶ ἡ τροφὴ αὐτὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχὴν, ὅθεν ἀνηνέχθη, καταφέρεται. ἐλάχισται γὰρ ῥοπαὶ τῶν κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]