Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πέψις ἐλλιπὴς, ἥπερ ἐν ταῖς βραδυπεψίαις ὁρᾶται· ὥσπερ γε καὶ μοχθηρὰ καὶ πλημμελὴς ἐν ταῖς διαφθοραῖς· καὶ ἡ στέρησις τῆς ἐνεργείας κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφία καλεῖται· ἐλλιπὴς δὲ πέψις, ἡ ἰσχνότης. ἔνια μὲν τούτων τῶν αἰτίων εἰς ἀῤῥωστίαν δυνάμεως, ἔνια δὲ εἰς τὴν τῆς τροφῆς πλημμέλειαν, ἔνια δὲ εἰς τὰ ἐπιτηδεύματά τε καὶ τὰ προσπίπτοντα τοῖς ζώοις ἔξωθεν ἀνάγονται. εἰ μὲν οὖν ἡ τροφὴ διαλυθεῖσα τὸ πρῶτον καὶ ἐν χρόνῳ δοθεῖσα εἴη ἐν τῷ| σώματι, γίγνεσθαι αὐτὴν ἐξίτηλόν φησιν καὶ κατὰ τὰς ποιότητας μεταβάλλειν, ὡς δῆλόν ἐστιν ἔκ τε τῶν βοτανῶν καὶ ἄρτου καὶ σαρκῶν αἷμα γενέσθαι· καὶ ταὐτὸ τοῦτο συμβαίνειν, εἴπερ ὑστέρη ἡ ἐπιπροσθετηθεῖσα ἐν τῷ σώματι τοσοῦτον χρόνον μένῃ ὅσονπερ αὔταρκες εἴη. τὸ γὰρ σύμφυτον ἐν τῷ σώματι θερμὸν ἀλλοιωτικόν ἐστι τῆς οὐσίας καὶ τῆς ὕλης τῆς τροφῆς, ἢ προληφθείσης, ἢ ἐπιπροστεθείσης. γίνεται γοῦν τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον ἐξίτηλος ἡ τροφὴ κατὰ τὸν τῆς λήψιος χρόνον, καὶ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]