Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐχούσῃ θερμασίαν, ὥσπερ ἀεὶ πῦρ καὶ φλόγα ὑποθεῖναι τῇ γαστρὶ, ὥσπερ καὶ λέβητι, ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης. ἀλλὰ περὶ τούτων εὐηθείας τε καὶ ἀμαθίας εἴρηταί μοι ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν. νῦν δὲ ἐπειδὴ φύσις ἀεὶ τὴν πέψιν καὶ τὴν ἀνάδοσιν καὶ τὴν ἐξαιμάτωσιν καὶ τὴν πρόσθεσιν καὶ τὴν πρόσφυσιν καὶ τὴν ἐξομοίωσιν ἐργάζεται, ἰστέον ὅτι οὐκ εἴωθεν ἂν ἐκπεμφθῆναι τῆς γαστρὸς ἡ τροφὴ, εἰ μὴ τελέως πεφθῇ. ὅταν δὲ πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα καὶ διεκπίπτει δι᾿ αὐτοῦ τὰ σιτία ῥᾳδίως· ἐὰν δὲ ἡ γαστὴρ ὑπὸ δριμύτητος δηχθεῖσα τυγχάνῃ, πρωϊαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δ᾿ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα, ἢ κατ᾿ ἄμφω συνελθόντων κακῶς διατεθεῖσα διαῤῥοίαις ἑάλω. καὶ ἐὰν ἐν τούτῳ τῷ πάθει ἔμφυτος θερμασία ἄῤῥωστος γένοιτο, οὔτε πέττεσθαι καλῶς τὰ σιτία οὔθ᾿ αἱματοῦσθαι, πολὺ δὲ μᾶλλον οὐδὲ ἀναδίδοσθαι δύναται. καὶ ἡ αἱματοῦσα δύναμις, ἀνάλογον τῇ πεττούσῃ κατὰ τὴν γαστέρα, ποτὲ μὲν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]