Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

Τὸ τοῦ ζώου σῶμα ἐκ πλείστων, ὡς δῆλόν ἐστι, σύγκειται μορίων, ἅπερ ὁμοιομερῆ, ἢ ἀνομοιομερῆ εἶναί φαμεν. τῶν μὲν σωμάτων ὁμοιομερῶν ἐν τοῖς ζώοις ἐστὶ τρία γένη, ἄναιμά τε καὶ ἀκοίλια φαινόμενα, τὰ μὲν ἐξ ὀστῶν, τὰ δὲ ἐξ ἐγκεφάλου καὶ νωτιαίου, τὰ δὲ ἐκ μυῶν φυόμενα. καλεῖται δὲ ὁμοιομερῆ τῷ ἀλλήλοις ὑπάρχειν ὅμοια καὶ τῷ παντὶ, ταῦτα δὲ καὶ ἁπλᾶ καὶ πρῶτα λέγονται. καὶ γὰρ συντίθεται ἐξ αὐτῶν τὰ σύνθετά τε καὶ ὀργανικὰ προσαγορευόμενα, ὡς δάκτυλος καὶ πῆχυς ὅλος καὶ βραχίων ὅλος καὶ τὰ κατὰ τὰ σκέλη μόρια. οὕτω δὲ καὶ ὀφθαλμὸς καὶ γλῶττα καὶ καρδία καὶ πνεύμων καὶ ἅπαντα τὰ σπλάγχνα καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα. ἀλλὰ καὶ ἡ κεφαλὴ καὶ τἄλλα κατὰ τὴν αὐτὴν μόρια· ἐξ ὧν πάλιν ὅλον τὸ σῶμα συγκείμενον εἶναι οἱ παῖδες τῶν ἰατρῶν ἴσασι. τὰ μὲν οὖν πρῶτα μόρια γεννᾶται ἔκ τε τοῦ αἵματος τοῦ γενομένου ἐκ τῆς λαμβανομένης τροφῆς εἴσω τοῦ σώματος καὶ ἐκ τοῦ σπέρματος. ἔστι δὲ ταῦτα χόνδρος καὶ ὀστοῦν καὶ νεῦρον καὶ ὑμὴν καὶ σύνδεσμος, ἀρτηρία, φλὲψ καὶ ὅσα τἄλλα τοιαῦτα. κἄπειτα

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]