Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πολλὴν μεταβολὴν ἀπαιτεῖ, τὰ δ᾿ ὀλίγην, ὡς ἐκεῖ σαφῶς εἴρηται. ὅσα μὲν οὖν χρήζουσι τοῦ μέλλοντος αὐτὰ θρέψειν χυμοῦ, τούτοις εἴπομεν παρεσκευακέναι τὴν φύσιν, ὥσπερ ταμεῖόν τι, τουτέστιν, ἢ κοιλίας, ἢ σήραγγας ἤ τι ἄλλο τούτοις ἀνάλογον. καὶ ἐξ αἵματος μὲν ὀλίγον ἀλλοιουμένου αἱ σάρκες τῶν τε σπλάγχνων ἁπάντων καὶ τῶν μυῶν· τὰ δ᾿ ὀστᾶ οὐ δύναται τρέφεσθαι μὴ παμπόλλης τῆς μεταβολῆς μεταξὺ ὑπαρχούσης. καὶ ὡς αἷμα ταῖς σαρξὶ, οὕτω τοῖς ὀστοῖς ὁ μυελὸς τροφή ἐστιν. οὐ μὴν ὁμοίως γε ἐν πᾶσιν. εἰσὶ γὰρ μικρά τινα καὶ ἀκοίλια, ἄλλα δὲ μείζω τε καὶ κοιλίας ἔχοντα, ἐν μὲν οὖν τοῖς μικροῖς καὶ ἀκοιλίοις κατὰ τὰς σήραγγας αὐτῶν διεσπαρμένος, ἐν δὲ τοῖς μείζοσί τε καὶ κοιλίας ἔχουσιν ἐν ἐκείνοις ἠθροισμένος. ἐν δὲ τοῖς χόνδροις ἐστὶ τὸ περικεχυμένον τι μυξῶδες· καὶ τοῖς συνδέσμοις καὶ τοῖς ὑμέσι καὶ τοῖς νεύροις τὸ γλίσχρον ὑγρὸν παρεσπαρμένον. ἣν δὲ τροφὴν ἕλκει ἕκαστον, ἐξομοιοῖ κατὰ βραχὺ καὶ μεταβάλλει εἰς τὴν ἑαυτοῦ οὐσίαν. ἐξετάζομεν δὲ καθ᾿ ἕκαστον τῶν καταριθμουμένων ὑπ᾿ αὐτοῦ τἀληθές.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]