Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

φησὶ γὰρ, δύναμις δὲ τροφῆς ἀφικνέεται καὶ ἐς ὀστοῦν. σαφῶς μέντοι φαίνεται κατὰ πάντα τὰ ζῶα, τὸ μηδὲν τῶν μικρῶν ὀστῶν μυελὸν ἔχειν, ὅτι μηδὲ κοιλίαν ἀξιόλογόν τινα καὶ μεγάλην ἔχει, ἀλλὰ τὰς μόνον σήραγγας, ὡς εἶπον, καὶ ταύτας ὀλίγας τε καὶ στενάς. διττὸς γὰρ ἦν τῇ φύσει τῆς ὅλης κατασκευῆς αὐτῶν ὁ σκοπὸς, ὡς μὲν πρὸς τὴν ἰδίαν ἀσφάλειαν ἡ σκληρότης, ὡς δὲ πρὸς τὴν τοῦ ζώου κίνησιν ἡ κουφότης· καὶ οὐκ εὐπετὲς ἄμφω ταῦτα εἰς ταὐτὸν συνελθεῖν. εἰ γὰρ δὴ πρὸς τῷ ὀστοῦν στενὸν εἶναι καὶ κοῖλον ἐγεγένητο, παντάπασιν ἂν ἦν ἀσθενές. εἰ δὲ μέγα καὶ πλῆρες καὶ πυκνὸν, ἐσχάτως ἂν ἦν βαρύ τε καὶ δύσφορον. ἐν γὰρ κνήμη καὶ μηροῖς καὶ βραχίονι τί χρὴ νομίζειν, εἰ μὴ κοιλίας εἶχεν οὕτω μεγάλας, μήτ᾿ ἀραιότερα ταῖς συστάσεσιν ἐγεγόνει ; καὶ πρὸς μὲν διττὴν χρείαν τὴν εἰρημένην, ἡ μὲν ἀσφάλεια ἐκ πυκνότητος καὶ σκληρότητος· ἡ δὲ κουφότης ἐκ τῶν ἐναντίων ἐγεννᾶτο. ἐφ᾿ ὧν μέντοι διά τε τὸ σύντονον τῶν μυῶν καὶ ὅλου τοῦ ζώου τὴν ῥώμην ἄμφω ὑπάρχειν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]