Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἠδύνατο, τούτοις ἅπασιν ἡ φύσις πυκνὰ καὶ σκληρὰ ἀπειργάσατο τὰ ὀστᾶ. καὶ ὁ μυελός ἐστιν οἰκεία τροφὴ αὐτῶν. τὰ δ᾿ οὐκ ἔχοντα κοιλίας ἐν ταῖς σήραγξι τοιοῦτόν τι περιέχουσιν, ὅπερ τρέφειν αὐτὰ πέφυκεν. προστίθησι δὲ τοῖς ὀστοῖς τὰ νεῦρα, εἰπὼν καὶ ἐς νεῦρον. τῶν δὴ νεύρων ἐστὶ τριττὸν γένος, τὰ μὲν ἐκ τοῦ ἐγκεφάλου καὶ νωτιαίου γίγνονται μυελοῦ, ἃ καλοῦμεν προαιρετικά· τὰ δὲ ἐκ τῶν ὀστῶν, ἅπερ ὡς εἰπεῖν συνδετικά· τὰ δὲ ἐκ τῶν μυῶν, οἷς τενόντων ὄνομα τιθέασι. ἔστι δὲ ἄλλα μὲν σκληρὰ τῶν νεύρων, ἄλλα δὲ μαλακά. τῶν δὲ σκληρῶν ἁπάντων ἀρχή ἐστιν ὁ νωτιαῖος· καὶ τό γε κάτω πέρας αὐτοῦ τῶν ἐσχάτως σκληρῶν. τῶν δὲ μαλακῶν ἁπάντων ὁ ἐγκέφαλος· καὶ τὰ μέσα γε τῶν ἔμπροσθεν αὐτοῦ μερῶν ἀνάκειται τοῖς μαλακωτάτοις· τῆς δὲ τῶν μέσων νεύρων οὐσίας, καθὰ συνάπτουσιν, ἐγκέφαλός τε καὶ νωτιαῖος ὑπάρχει ἀρχή. τοῦτο μέντοι ἠγνόησεν ὁ Ἀριστοτέλης, τἄλλα μὲν δεινὸς καὶ ἐπιστήμων· κατὰ δὲ τὴν ἀνατομὴν οὐ πάνυ. νῦν δὲ περὶ τροφῆς αὐτῶν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]