Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

τοσοῦτον ἔχομεν εἰπεῖν, ὅτι γλίσχρον καὶ ὅλκιμον καὶ δυσέκκριτον εἶναι λέγομεν τὴν τροφὴν, ὑφ᾿ ἧς τὰ νεῦρα τρέφεται. δῆλον δὲ τοῦτο ἐκ τῶν φαινομένων περὶ τὰ νεῦρα. καὶ γὰρ ἑψόμενα καὶ σηπόμενα τὴν διάλυσιν εἰς τὸν τοιοῦτον ἔχει χυμόν. ἔν τε τῷ κατὰ φύσιν ἔχειν ἄναιμα τελέως εἰσίν. ἔτι δὲ ἕκαστον τῶν μορίων οἰκείῳ τῆς ἰδίας οὐσίας τρέφεται χυμῷ· οὐδὲν δὲ τῷ νεύρῳ οἰκειότερον τῆς εἰρημένης ἤδη τροφῆς οὐχ εὑρήσεις. τρέφεται μὲν οὖν· οὐ χρῄζει δὲ κενώσεως, διὰ τὸ μὴ ἔχειν μηδεμίαν κοιλότητα αἰσθητὴν, ὥσπερ καὶ φλέβες καὶ ἀρτηρίαι. καὶ αὕτη ἡ αἰτία ἐνίοτε ποιεῖ, ὡς πληρουμένων τῶν νεύρων αὐτῶν τοῦ γλίσχρου καὶ ψυχροῦ χυμοῦ, ᾧπερ καὶ τρέφεται, τὸν σπασμὸν ὑπομένειν. ὃ μὴ γένοιτο ἂν, εἰ κοιλότητας ἔχοιεν αἰσθητὰς, δι᾿ ὧν ἂν ἔκκρισιν ἐργάζοιντο. καὶ ἐς φλέβα φησὶ καὶ ἐς ἀρτηρίαν. πολλὰς μὲν ἀρτηρίας καὶ φλέβας ἡ φύσις ἐν ὅλῳ τῷ σώματι δεδημιούργηκε. αὐτίκα μὲν ἐν τῷ προσώπῳ καὶ ὅλῃ κεφαλῇ συνάπτει παμπόλλας ἀρτηρίας μὲν ἀρτηρίαις,

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]