Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

τρέφον, ἀλλὰ τῷ δύνασθαι καὶ μέλλειν τρέφειν, εἰ κατεργασθείη καλῶς. αὐτὸς μὲν γὰρ τὸ μὲν ἤδη ὁμοιούμενον τροφὴν καλεῖ, τὸ δ᾿ οἷον μὲν ἐκεῖνο, προστιθέμενον ἢ προσφυόμενον, οἷον τροφήν· τὸ δὲ ἄλλο πᾶν, ὅσον ἐν ταῖς φλεψὶ καὶ τῇ γαστρὶ περιέχεται, μέλλον. ἐπειδὴ δὲ οὐ πάντα καὶ πάντη δύναται ὁμοιωθῆναι, ἰστέον ἐστὶ τὰ ὁμοιούμενα πάντη τροφὰς εἶναι, τὰ δ᾿ ἄλλα σύμπαντα φάρμακα καλεῖσθαι. δέδεικται γὰρ ἑτέρωθι διττὴν αὐτῶν εἶναι τὴν φύσιν· ἢ γὰρ ἀμετάβλητα διαμένοντα νικᾷ καὶ μεταβάλλει τὸ σῶμα· ἅπερ τὴν φύσιν τοῦ ζώου φθείρει· ἢ μεταβολῆς ἀρχὴν παρὰ τοῦ σώματος λαμβάνει μὲν, σήπεται δὲ καὶ διαφθείρεται, κᾄπειτα συνδιαφθείρει τε καὶ σήπει τὸ σῶμα. καὶ ταῦτα δηλητήρια καλεῖσθαι χρή. εὑρίσκεται δὲ καὶ τὸ τρίτον εἶδος φαρμάκων, τῶν ἀντιθερμαινόντων μὲν τὸ σῶμα, κακὸν δὲ οὐδὲν ἐργαζομένων, καὶ τέταρτον ἐπ᾿ αὐτοῖς ὃ καὶ ποιεῖ τι καὶ πάσχει, τῷ δὲ χρόνῳ κικᾶται καὶ τελέως ἐξομοιοῦται· ὥσπερ καὶ φάρμακον ἅμα καὶ τροφὴ ὑπάρχει.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]