In Hippocratis De Alimento (On Hippocrates' Nutriment)
Kühn 1828
λεγομένης μὲν οὖν τριχῶς τῆς τροφῆς, τὴν μὲν ἤδη τρέφουσαν καὶ προστεθειμένην καὶ μηκέτι μέλλουσαν κυρίως τροφὴν λέγει. καὶ αὕτη θερμαίνει πάντως τὸ τρεφόμενον σῶμα, τῶν δ᾿ ἄλλων οὐδετέρα, διότι μηδὲ τροφαὶ κυρίως εἰσὶν, ἀλλὰ τὸ μὲν, ὡς αὐτὸς ἔφη, οἷον τροφὴ, τὸ δὲ ὅτι μέλλει τοιοῦτον γενήσεσθαι.
Ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή.Εἰ ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον, ὃ αὐτοῖς ἀφ᾿ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν, ἢ πάντως γε τὴν ὕλην χορηγεῖ, οὗτος ὁ λόγος ἐστὶν ἀμφισβήτησιν οὐ μικρὰν ἔχων, ἐπειδὴ καὶ ἐγκέφαλος καὶ καρδία καὶ ἧπαρ ἔσονται ἀρχαί· καὶ οὕτω πολλαὶ μὲν ἀρχαὶ, οὐχὶ δὲ μία. εἰ δὲ ἀρχὴν τῆς γενέσεως ἅπασι τοῖς οὖσιν ὕλην ἔχουσαν ζητεῖ, ταύτην ἡμεῖς
Work
Title: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 224-417
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_099.xml [346 Kb]