Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

κατὰ τὸν Ἱπποκράτη ἐν τῷ περὶ στοιχείων τέτταρα εἶναι στοιχεῖα κατεσκευάσαμεν, κεράννυσθαί τε πεφυκότα δι᾿ ὅλων ἀλλήλων καὶ δρᾷν εἰς ἄλληλα. εἰ δὲ μηδέτερον τούτων βούλεται ὁ συγγραφεὺς, ἀλλ᾿ ἴσως περὶ τῆς φυτικῆς ἀρχῆς λέγει, ἥπερ μία ἐστὶ, νὴ Δία τὸ ζῶον ταύτην ἁπάντων ἔχει πρώτην δημιουργοῦσαν οὐκ ἐξ αἵματος, ἀλλ᾿ ἐκ τοῦ σπέρματος ἀρτηρίαν καὶ φλέβα καὶ νεῦρον, ὀστοῦν τε καὶ ὑμένα. εἰσὶ μέν τινες βουλόμενοι τὴν μίαν ἀρχὴν καὶ μίαν τελευτὴν λέγεσθαι πρὸς αὐτοῦ, ὅτι κατ᾿ ἀλήθειαν οὐδὲν γίνεται χωρὶς ἀρχῆς. καὶ τὸ πρῶτον γεννῆσαν ἀπὸ τῆς ἀρχῆς τινος γεγενῆσθαί φασι, κᾄπειτα δὲ τελευτὴν ἕξειν, ἥπερ ἐστὶ διάλυσις τοῦ πρόσθεν γεγονότος. πᾶν γὰρ τὸ γενόμενον τὴν τελευτὴν ἕξει καὶ οὐδὲν ἐν τοῖς οὖσιν ἐννοῆσαι δύναιο, ὃ τὴν ἀρχὴν εἶχέν ποτε, ὃ μή ποτε τελευτήσει· ὡς οὖν ἅπαντα ἀπὸ μιᾶς ἀρχῆς ἄρχονται, οὕτως εἰς μίαν λήγει τελευτήν. * κατ᾿ ἄλλο δὲ σημαινόμενον ἴσμεν πᾶσαν τέχνην τοῦ τέλους ἐφίεσθαι. τέλος δὲ ἐν ἑκάστῳ τῶν ὄντων

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]