Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἕν· ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ κατὰ τὴν οὐσίαν ἐκείνην ἀγαθόν. οὕτω καὶ τῆς ἰατρικῆς ἓν ἔσται τὸ τέλος, τὸ τυχεῖν ὑγείας, καὶ εἷς ὁ σκοπὸς ἡ ὑγεία. οἱ δὲ τρόποι τῆς ἐπιτυχίας διαφέροντες. διὸ τὸ χρήσιμον ἐν ἰατρικῇ δεῖ κρίνειν, σκοποῦντας ὁτὲ μὲν, εἰ πρὸς τὸ ποιῆσαι τὴν ὑγείαν φέρει, ὁτὲ δὲ τὸ σωτηρῆσαι. * τὴν αὐτὴν δ᾿ εἶπα τελευτήν τε καὶ ἀρχὴν, ἐπειδὴ ἅπαν εἰς ἑαυτὸ τοῦτο διαλύεται, ἐξ οὗ καὶ γέγονε. αὐτὸς γὰρ ἐν τῷ περὶ φύσεως ἀνθρώπου οὕτω πως γράφει· καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος ἀνθρώπου· τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρόν· καὶ τὸ θερμὸν πρὸς τὸ θερμόν· καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν· καὶ μετ᾿ ὀλίγον· γίνεταί τε, φησὶν, ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα. ξυνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν εἰρημένων πάντων καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα ἐς τὸ ἑωϋτὸ ὅθεν περ ξυνέστη ἕκαστον· ἐνταῦθα οὖν καὶ ἀπέχωσιν. σαφῶς γὰρ καὶ ἐκεῖ λέγει ὅθεν ἕκαστον

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]