Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

τοὺς χυμοὺς δηλοῖ, καθάπερ ἐν τῷ πρώτῳ περὶ τῶν χυμῶν δέδεικται· οὕτω δὲ θερμοτάτη αἴσθησις ἀήθης σημεῖόν ἐστι τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχροτάτη δὲ τῶν ψυχρῶν. ἐὰν δὴ μή τι ἔξωθεν ᾖ ψυχρὸν ἢ θερμὸν ἤ τι πάθος τῆς ψυχῆς παρείη, οἱ χυμοὶ ἐκ τῶν χρωμάτων ὄντως διαγινώσκονται. ὡς οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸς σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, τὸ δ᾿ ὠχρότερον ἢ ξανθότερον τὸν χολώδη, οὕτω καὶ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύσιν αἷμα πλεονάζον τυγχάνειν, οὕτως ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν χολὴν, οὕτω καὶ τὰ οὖρα τῶν ἐν τοῖς ἀγγείοις χυμῶν διάθεσιν ἐνδείκνυται, οὕτως οἱ ἱδρῶτες καὶ τἄλλα τὰ παρὰ τὴν σύμπασαν ἕξιν τοῦ ζώου φαινόμενα τῶν κατ᾿ ἐκείνην ἐστὶ δηλωτικὰ, εἰ μὴ κρύος ἢ ῥῖγος ἢ φόβος ἢ λύπη σφοδρὰ ἢ αἰδὼς πάρεστιν. τότε γὰρ γίνεται οἷον ἄμπωτίς τις τῶν χυμῶν ἀναφερομένη, καὶ μὴ προσέχειν δεῖ τῇ χρόᾳ τὸν νοῦν. ὥσπερ δὲ τὰ χρώματα τῶν χυλῶν ποικίλα φαίνεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰς διαφόρους

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]