Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

φλέγμα δὲ ψυχρὸν καὶ ὑγρὸν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. διὸ οὐ χρὴ κενοῦσθαι τὸ τοιοῦτον, ἀλλ᾿ ἐν τῷ σώματι μένειν τε καὶ ἀλλοιοῦσθαι. * οὐ γοῦν θαυμαστὸν, εἰ ἐκ τῶν ποικίλων τῆς φύσεως ἔργων οἱ χυλοὶ ποικίλοι γίγνονται· εἴπερ χρὴ τοὺς χυμοὺς ἐκ τῆς τροφῆς ἀλλοιουμένης γίγνεσθαι.

Καὶ ἐς βλάβην καὶ ἐς ὠφελείην καὶ οὔτε βλάπτειν οὔτε ὠφελέειν.

Τρία κεφάλαιά ἐστι καθ᾿ ἃ δεῖ ἕκαστον ἐσόμενον ἰατρὸν γυμνάζεσθαι· πρῶτον μὲν τὸ περὶ διαίρεσιν καὶ σύνθεσιν, δεύτερον δὲ τὸ περὶ τὴν τῶν ἀκολούθων τε καὶ μαχομένων γνῶσιν, ἐπ᾿ αὐτοῖς δὲ τὸ τρίτον τὸ κατὰ τὴν πρὸς ἄλληλα τῶν πραγμάτων μεταβολὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἴσως τε καὶ ὁμοίως. προσθετέον δὲ καὶ τὴν ταὐτοῦ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]