Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

Ἐρασιστράτῳ κᾀκείνοις τοῖς ἀνδράσι, τὸ τινὸς ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην οὐδέν. φησὶ μὲν γὰρ τοῦτο ἐνίοτε Ἐρασίστρατος, οὐ φυλάττει δέ. ἀλλὰ μυριάκις διαφθείρει. καὶ γὰρ κατὰ τὸν Ἐρασίστρατον ὁ σπλὴν μάτην ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δὲ ἄλλα μυρία. διὰ ταῦτα μὲν ἔξεστιν ἰδεῖν ὡς ἐκεῖνοι μὲν οὔτε ψευδεῖς οὔτε ἀπεράντους ἔγραψαν λόγους, τὰ δ᾿ Ἐρασιστράτεια βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους. γελοῖον δὲ καὶ ἄριστα κατεσκευασμένης τῆς νεὼς ἢ τῆς οἰκείας ἢ τῆς κλίνης, ἀγνώστου δὲ ὄντος τοῦ κατασκευάσαντος, νομίζειν ἄνευ τῆς τέχνης καὶ μάτην γεγονέναι τὰ τοιαῦτα· ἢ κατὰ τύχην διακρινόντων ἁπάντων καὶ τὴν μὲν σπανιάκις ἁμαρτάνειν τοῦ σκοποῦ, τὴν δὲ ἐπιτυγχάνειν ὀλιγάκις· ἀχρείαν δὲ καὶ μὴ τεχνικὴν ἡγεῖσθαι τὴν τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς αἰτίαν εἶναι, φυλάττοντα τὴν ὁμοιότητα τῆς κρίσεως ἐπὶ τῶν ὁρατῶν τεχνιτῶν πρὸς τοὺς μὴ ὁρωμένους. τοῦτ᾿ οὖν εἴ τις αὐτὸς καθ᾿ ἑαυτὸν βουληθείη βασανίζειν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]