Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐπὶ ζώου, μεγάλως μοι δοκεῖ καταγνώσεσθαι τῆς Ἀσκληπιάδου τε καὶ τῶν ἄλλων πολλῶν προπετείας. εἰ δὲ καὶ αἰτίαν μάθοι, δι᾿ ἣν οὐδὲν μάτην γέγονε καὶ πάντα ἐν τῷ σώματι πρὸς τὸ χρήσιμον ὑπάρχει, πεισθῆναι γοῦν μοι δοκεῖ καὶ διὰ τοῦδε τὴν εἰς τὰ ζῶα πρόνοιάν τε καὶ τέχνην τῆς φύσεως. διὸ Ἱπποκράτης, ὡς ἂν πρῶτος ἐπιγνοὺς τὰ τῆς φύσεως ἔργα, θαυμάζει τε καὶ διὰ παντὸς ὑμνεῖ ταύτην, ὡς καὶ δικαίαν ὀνομάζειν καὶ μόνην ἐξαρκεῖν εἰς ἅπαντα τοῖς ζώοις καὶ αὐτὴν ἐξ αὐτῆς ἀδιδάκτως πράττουσαν ἅπαντα τὰ δέοντα. εἰ δ᾿ ἐθέλει τις τῆς φύσεως πρόνοιάν τε καὶ σοφίαν γνῶναι ἀκριβῶς, τοῦτο μὲν εἰδέναι δυνήσεται, εἰ ἐπιβλέψειεν ἐν ταῖς ἀνατομαῖς καὶ σκέψαιτο, πότερον πλημμελῶς, ἢ δικαίως, οὐκ ἴσα τοῖς μέρεσιν ἅπασι διένειμεν, ἀλλὰ τοῖς μὲν μείζω, τοῖς δ᾿ ἐλάττω, εἰς ὅσον ἂν ἤρκει τὸ κατὰ τὴν ἀξίαν, ἀκριβῶς ἐν ἑκάστῳ μετρήσασα, τὸ μὲν μεῖζον ἀπένειμε μέρος, τὸ δ᾿ ἔλαττον· ἑκάστῳ δὲ τηλικοῦτον, ἡλίκον ἦν δοθῆναι δικαιότατον. οὕτω δὲ καὶ τὸν ἰατρὸν Ἱπποκράτης τῆς φύσεως ὑπηρέτην ὀνομάζει. λέγω

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]