Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

δὲ τὸν ὄντως ἰατρὸν, οὐ φαρμακοπώλην τινὰ ἐκ περιόδου. οὗτος γὰρ τοσοῦτον ἀποδεῖ τοῦ φύσεως ὑπηρέτης δικαίως ὀνομάζεσθαι, ὥστε μᾶλλον ἐχθρὸν καὶ πολέμιον τῆς φύσεως αὐτῆς καὶ τῶν καμνόντων πρέπειν καλεῖν αὐτόν. οὕτω μὲν γὰρ δεῖ ποιεῖν τὸν ἰατρὸν, ὡς καὶ φύσιν ὁρῶμεν ἀεὶ ποιοῦσαν. ἀναριθμήτους γὰρ ἐκείνη μηχανὰς ἐξευρίσκει, ἕνεκα τοῦ διασώζεσθαι τὰ σώματα, τὰ μὲν ἀμφιεννῦσα καὶ ὑποστέγουσα τῶν μορίων, ὡς μηδὲν ἔξωθεν πλεονάζειν· τὰ δὲ διατιτρῶσα καὶ ἀνευρύνουσα καὶ ὀχετοὺς ἐντιθεῖσα· τοὺς μὲν ὡσθ᾿ ἕλκειν δι᾿ αὐτῶν τὴν τροφὴν, τοὺς δὲ εἰς ἀνάψυξιν καὶ ἀναπνοὴν ὀχετεύουσά τε τὰ περιττώματα, δι᾿ ἄλλων μὲν τὰ παχέα, δι᾿ ἄλλων δὲ τὰ λεπτά. λάθοιμ᾿ ἂν ἐνταῦθα μεταφέρων ἅπασαν τὴν περὶ χρείας μορίων πραγματείαν, εἰ τὰ τῆς φύσεως ἔργα πάνθ᾿ ἑξῆς καταλέγοιμι. οὐ γοῦν θαυμαστὸν ὅτι φησὶ τὴν φύσιν παντάπασιν ἐξαρκεῖν. καὶ γὰρ αἱ φύσεις, ὡς αὐτὸς που γράφει, τῶν νόσων εἰσὶν ἰατροὶ. εἰ μὲν ἐπὶ σωτηρίᾳ τοῦ ζώου πάντα πράττει, εὔλογόν ἐστι καὶ τοῦτο, τὰς νόσους ἐκείνην πρώτην ἰᾶσθαι, ἢ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]