Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πολλοὺς ἱδρῶτας χεάσασαν, ἢ δι᾿ οὔρων ἢ διὰ γαστρὸς ἢ δι᾿ ἐμέτων κενώσασαν τοὺς λυποῦντας χυμούς. καὶ τοῦτο πολλάκις ὁρᾶται συμβαίνειν ἀπὸ τῆς δύναμεως ἐνοικούσης τοῖς σώμασιν αὐτοῖς τοῖς διοικουμένοις ὑπ᾿ αὐτῆς, ἣν φύσιν εἴωθε καλεῖν Ἱπποκράτης. ταύτην τε φύσιν εἶναι ἀπαίδευτόν τε καὶ οὐ μαθοῦσαν, ἀλλὰ τὰ δέοντα ποιεῖν· ἐπειδὴ τὰς κινήσεις τὰς προαιρετικὰς ὑπὸ πάντων γίνεσθαι τῶν ζώων ἀδιδάκτως εἶδεν. καὶ ταῦτα μὲν γίνεσθαι ἐναργῶς ὁρῶμεν· ὅπως δὲ γίνεται μεῖζον ἢ καθ᾿ ἡμᾶς καὶ πλέον τοῦ θαυμάζειν οὐδὲν ἴσμεν. ἀλλ᾿ ἡ φύσις περὶ τὸ ζῶον κατὰ πάντα χρόνον μηχανᾶται περιττὰ σοφίσματα. καὶ γὰρ περὶ τοῦ στόματος τῶν μητρῶν ὅπως ἀκριβῶς ἔσφιγκται καὶ κεκόλληται κατὰ τὸν τῆς κυήσεως χρόνον οὐδεὶς ἀγνοεῖ· ὡς οὐδὲ ὅπως ἐν δέοντι σχήματι τῷ τῆς μήτρας αὐχένι πελάζοι· καὶ ὅπως διεξέρχοιτο χωρὶς τοῦ πληγῆναί τε μέλος ἢ βλάπτειν, οὐ σμικρὰν ἐποιήσατο πρόνοιαν. τοῦ δὲ κυουμένου ζώου τὰς δυνάμεις ἐνϋπαρχούσας ἤδη τοσοῦτον αὐξάνει,

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]