Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

δύναμιν. αἱ δὲ κινήσεις ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἐν τοῖς καθαίρουσι φαρμάκοις, ἰσχυρότεραί τε πολὺ καὶ μονιμώτεραι γίνονται καὶ διαμένουσιν, ἔστ᾿ ἂν καὶ ἡ περὶ τοῖς σώμασι τῶν ἀγγείων διάθεσις ἡ τὸ πλησίον ἕλκουσα παραμένῃ. αὕτη γὰρ εἰς τὸ συνεχὲς ἐκκενοῖ τὸ μόριον, ἐκεῖνο δ᾿ αὖ εἰς τὸ μετ᾿ αὐτὸ, καὶ τοῦτο οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε μεταδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος τάχιστα διικνεῖσθαι μέχρι τῶν ἐσχάτων. δῆλον μὲν οὖν ἐστιν ὅτι ἐκ παντὸς εἰς πᾶν φέρεταί τι καὶ μεταλαμβάνεται καὶ ὅτι, ὡς γράφεται πρὸς αὐτοῦ, μία πάντων ἐστὶ σύμπνοιά τε καὶ σύῤῥοια. φαίνεται γὰρ τοῦτο σαφῶς ἐπί τε τῆς καρδίας καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύμονος. καθ᾿ ἑκάστην γὰρ σχεδὸν τοῦ καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις τε ἅμα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν ἐστιν ἰδεῖν γιγνομένας. καὶ ὥσπερ εἰσπνέομεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέομεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ μὲν χρόνῳ τὸ ἧπαρ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]