Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐκ τῆς γαστρὸς, ἐν ἑτέρῳ δὲ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. ἐκεῖνο μὲν γινώσκειν χρὴ, ὡς δύο εἰσὶν ὁλκῆς εἴδη, τὸ μὲν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τὸ δ᾿ οἰκειότητι ποιότητος γιγνόμενον. καὶ ὡς ἡ μὲν πρὸς τὸ κενούμενον ἀκολουθία τὸ κουφότερον ἕλκει πρότερον, ἡ δὲ κατὰ τὴν τῆς ποιότητος οἰκειότητα πολλάκις τὸ βαρύτερον, ἂν τῇ φύσει συγγενέστερον ὑπάρχῃ. τὸ μέντοι κουφότερον φαίνεται ἀεὶ πρότερον ἀκολουθεῖν καὶ ταῖς ἀρτηρίαις καὶ τῇ καρδίᾳ. ὡς δὲ τρέφεσθαι δεομένοις εἰς αὐτοὺς τοὺς χιτῶνας ἕλκεται τὸ οἰκεῖον. ὁ δὲ δὴ τρόπος τῆς θρέψεως τῶν μορίων τοιόσδε ἐστί· τοῦ σώματος ἑαυτῷ συνεχοῦς τὰ μὲν ἐπιπολῆς μέρη πρῶτα ὁμιλούσης ἀπολαύει τροφῆς, ἐκ τούτων δ᾿ αὖ μεταλαμβάνει κατὰ τὸ συνεχὲς ἕλκοντα τὰ τούτων ἐφεξῆς, εἶτ᾿ ἐξ ἐκείνων αὖθις ἕτερα. καὶ τοῦτο γίνεται ἄχρις ἂν εἰς ἅπαντα τὰ μόρια διαδοθείη ἡ ποιότης τῆς τροφῆς. οὐχ ὁμοίως δὲ πάντα τὰ μόρια τρέφεται, ἀλλὰ τὰ μὲν ἐπὶ πλέον ἀλλοιουμένου δεῖται χυμοῦ, τὰ δ᾿ ἧττον.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]