In Hippocratis De Alimento (On Hippocrates' Nutriment)
Kühn 1828
ὅσα δὲ τοιαῦτά ἐστιν εἴρηται ἐν ἄλλοις καὶ οὐ χρὴ μηκύνειν ἔτι τὸν λόγον.
Ξυμπαθέα πάντα, κατὰ μὲν ὁλομελίην πάντα· κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.Περὶ γενέσεως τοῦ τῶν ζώων σώματος τέσσαρες κατὰ τὴν διαίρεσιν εὑρίσκονται δόξαι. πρώτη μὲν ἡ ἐξ ἀναισθήτων τε ἅμα καὶ ἀπαθῶν, δευτέρα δὲ ἡ ἐξ αἰσθητικῶν μὲν, ἀπαθῶν δέ. τοῦτο δ᾿ ἀδύνατον. διὸ ἀπεχωρήσαμεν ἀμφοτέρων τῶν δοξῶν. λοιπαὶ δ᾿ εἰσὶ δύο, μία μὲν ἐξ αἰσθητικῶν τε ἅμα καὶ πασχόντων στοιχείων τὸ σῶμα αἰσθανόμενον συνιστῶσα, δευτέρα δὲ ἡ οὐκ ἐξ αἰσθητικῶν μὲν, πασχόντων δέ. εἰ μὲν οὖν προσέχεις τὸν νοῦν, εὑρήσεις ὅτι πάντα τὰ τῶν ζώων σώματα αἰσθητικά ἐστι καὶ παθητικά. ἀλλὰ καὶ τὰ πρῶτα στοιχεῖα εἰς ἄλληλα δρᾷ καὶ πάσχει πολυειδῶς. ἐκ δὲ τῶν μὴ μεταβαλλόντων τὰς ποιότητας
Work
Title: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 224-417
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_099.xml [346 Kb]