Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

δὲ καὶ καθ᾿ ὅλον τὸ σῶμα, ὡς ἑτέρωθι δέδεικται. * * τὸ μὲν γὰρ ψυχρὸν αἷμα πῶς ἂν εἰς ἀτμοὺς λύοιτο; ἀμέτρως δὲ θερμὸν, εὐκόλως μὲν λύεται εἰς ἀτμοὺς, ἀλλ᾿ εἰς θολεροὺς τούτους καὶ καπνώδεις. * * ταῦτ᾿ ἄρα τὸ μελαγχολικὸν αἷμα καὶ τὸ πικρόχολον εἰς ἀτμοὺς μοχθηροὺς λυόμενον τὸ μὲν εἰς μελαγχολίαν, τὸ δὲ εἰς φρενῖτιν ἄγει. ἐνίοτε δὲ καὶ παραφροσύνην φέρει, ὡς ἐν τοῖς καυσώδεσι πυρετοῖς. ἐπειδὴ δὲ ἰδία ἑκάστου τῶν μορίων οὐσία ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ κρᾶσις ποιά τίς ἐστιν, ἰστέον ὅτι ξηρὸν μὲν ἀμέτρως, ἢ ὑγρὸν οὐκ ἐν ἀκαρεῖ χρόνῳ γίγνοιτο τῶν μορίων οὐδὲν, ψυχρὸν δὲ ἐσχάτως ἢ θερμὸν δύναιτ᾿ ἂν προφανῶς γίνεσθαι. καὶ διὰ τοῦτο κρᾶσις διαφθείρεται ὑπ᾿ οὐδενὸς οὕτω ταχέως ὡς ὑπὸ τῆς κατὰ τὴν θερμασίαν ἀμετρίας· καθάπερ καὶ ὄφελος οὐ σμικρὸν, ὅταν εἴη κατὰ φύσιν θερμόν. καὶ τοῦτο οὐ μόνον κατὰ τὴν πρώτην διάπλασιν, ἐν ᾗ θᾶττον μὲν ὀστοῦν πήγνυται, θᾶττον δὲ ἀποτείνεται τὰ νεῦρα· θᾶττον δὲ αἱ φλέβες καὶ ἀρτηρίαι

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]