Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ὦν μὲν μαλακόν ἐστι καὶ ἀραιὸν τὸ δέρμα, τούτων εὐάλωτόν ἐστι τοῖς μὲν ἔξωθεν ἅπασιν, τοῖς δ᾿ ἔνδοθεν, ὧν πυκνόν τε καὶ σκληρόν. διὸ καλόν ἐστιν οὕτως παρασκευάζειν τὸ δέρμα, ὡς ἑκατέρας φυλάττεσθαι τὰς ὑπερβολὰς καὶ μήτ᾿ εἰς τοσοῦτον πυκνὸν τὸ δέρμα ποιεῖν, ὡς κωλύειν διαπνοεῖσθαι καλῶς, μήθ᾿ οὕτως ἀραιὸν, ὡς ὑπὸ παντὸς τῶν ἔξωθεν αἰτίου αὐτῷ προσπιπτόντων ῥᾳδίως βλάπτεσθαι. ἴσμεν γὰρ ὅτι τὰ μὲν ἀραιὰ τῶν σωμάτων ἀσθενέστερα μέν εἰσι καὶ πλεῖον διαμένουσιν ὑγιεινὰ, ὅταν δὲ νοσῶσι, ῥᾷον ὑγιαίνουσι· τὰ δὲ πυκνὰ τοὐναντίον. εἰ γοῦν συνεχῶς τις νοσοίη, σκεπτέον ἐπ᾿ αὐτὴν τὴν αἰτίαν. διττὴν γὰρ ἔχει τὴν πρόφασιν, ἤτοι πλῆθος ἢ κακοχυμίαν. ὅταν οὖν ἐλάττω τὰ διαπνεόμενα τοῦ σώματος ᾖ τῶν λαμβανομένων, αἱ πληθωρικαὶ νόσοι γίνονται. διὸ δεῖ φυλάττεσθαι τὴν συμμετρίαν τῶν ἐσθιομένων τε καὶ πινομένων πρὸς τὰ κενούμενα, σκεψαμένων ἡμῶν ἐν ἑκατέροις τὴν ποσότητα. ἀφαιρεῖν δὲ χρὴ τῶν τροφῶν ἤτοι τῆς ποιότητος, ἢ τῆς ποσότητος, ἢ καὶ συναμφοτέρων. καὶ τοὺς μὲν τὸ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]