Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πλῆθος ταχέως ἀθροίζοντας ἑκατέρων, ὅσοι δὲ οὐ ταχέως, ἢ οὐ μέγα, ἀρκέσει θάτερον, ὅπερ ἂν αὐτὸς ὁ κάμνων αἱρῆται. τὸ μὲν οὖν τῆς ποσότητος ἀφελεῖν ῥᾴδιον, τὸ δὲ τῆς ποιότητος ἐν τῇ τῶν ὀλιγοτρόφων ἐδεσμάτων γίγνεται προσφορᾷ. οἱ δὲ κακοχυμίαν ἀθροίζοντες οὐχ ὡσαύτως τοῖς τὸ πλῆθος ἀθροίζουσιν. οὐχ εἶς γάρ ἐστιν ὁ σκοπὸς, ὅτι μηδὲ τῆς κακοχυμίας ἰδέα μία. ἔστι μὲν γὰρ ψυχροτέρα τε καὶ φλεγματικωτέρα τις, ὥσπερ καί τις θερμοτέρα τε καὶ χολωδεστέρα· καὶ πάλιν τις ὑδατωδεστέρα καί τις μελαγχολικωτέρα. ἀφεκτέον οὖν ἐν ἑκάστῃ σιτίων τε καὶ ποτῶν, ὅσα πέφυκε γεννᾷν ἑτοίμως τὸν ἀθροιζόμενον ἐν τῷ ἀνθρώπῳ χυμόν. εἰ δὲ τύχοι, ἀληθὲς εὑρίσκεται τὸ ὑφ᾿ Ἱπποκράτους ῥηθὲν, ὅτι οἶς πλείω φέρεται κατὰ τὸ δέρμα, τούτους μὴ νοσεῖν συνεχῶς· διότι εἰσὶν εὐδιάπνευστοι· τοὺς δὲ ἐπ᾿ ἐναντίον διακειμένους ἐναντίως· καὶ τοῦτ᾿ ἔστιν ὅπερ αὐτὸς προστίθησιν εἰπών.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]