In Hippocratis De Alimento (On Hippocrates' Nutriment)
Kühn 1828
εὐθὺς γοῦν ἑκάτερον ζεῦγος τῶν ἀγγείων ἐν τῷ χωρίῳ τῷ ἐπιτηδείῳ ἐστί. καὶ διὰ τούτων οἷον ἐκ πρέμνων τινῶν ἐκ τῆς μήτρας ἕλκει τὸ ἔμβρυον αἷμα καὶ πνεῦμα, ὅπερ Ἱπποκράτης ἀρχαιοτέραν καὶ πρωτίστην τροφὴν καλεῖ, τουτέστι πρὶν ἂν εἰς τὸ φῶς ἐξιέναι τὸ βρέφος, διὰ τοῦ ὀμφαλοῦ καὶ τῶν τεττάρων ἀγγείων τῶν προειρημένων τρέφεσθαι.
Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδία. ἐκ τουτέων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα καὶ θερμασίη διὰ τούτων φοιτᾷ.Ἐπειδὴ τὸ ἧπάρ ἐστι ῥίζωσις φλεβῶν, ἡ δὲ καρδία ἀρτηριῶν, λέγει ὅτι καὶ αἷμα μὲν ἐξ ἥπατος ἀποπλανᾶται εἰς πάντα, πνεῦμα δὲ ἐκ τῆς καρδίας, θερμασία δὲ ἐξ ἀμφοῖν. καὶ ταῖς μὲν κατὰ τὴν καρδίαν ἀρτηρίαις αἱ κατὰ τὸ ἧπαρ φλέβες ἀνάλογον ἔχουσιν. καὶ ὥσπερ ἡ ἐκ τῆς
Work
Title: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 224-417
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_099.xml [346 Kb]