Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

δὲ γάλα, ὅπερ ἐστὶν ἀκριβῶς εἰργασμένη τροφὴ, ἐκ τούτων γίνεται. ἐξ αἵματος μὲν γὰρ ἔτι κυουμένοις ἡμῖν ἡ τροφή. ἐξ αἵματος δὲ καὶ ἡ τοῦ γάλακτος, ὡς εἶπον, γένεσις ὀλιγίστην μεταβολὴν ἐν μαστοῖς προσλαβόντος. * * ἄριστον μὲν τοῖς βρέφεσι τὸ τῆς μητρός ἐστι γάλα, πλὴν εἰ νενοσηκὸς εἴη· ὅταν δὲ ἄμεμπτον εἴη, τότε ἐστὶν αὐτοῖς κατὰ φύσιν, καὶ τὰ βρέφη συνηθεστάτῃ τε καὶ οἰκειοτάτῃ χρῆται τροφῇ. καὶ ἡ φύσις μὴ μόνον τὴν τοιαύτην τροφὴν παρασκευάζει τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις αὐτοῖς ἐξ ἀρχῆς εὐθὺς συμφύτους παρέχει τῆς χρήσεως αὐτῆς. ἐπισκέπτεσθαι δὲ καὶ δοκιμάζειν ἀκριβῶς δεῖ τὸ γάλα γεύσει καὶ ὄψει καὶ ὀσφρήσει. τὸ γὰρ ἄριστον ἔσται τὸ γευομένοις καὶ ὀσμωμένοις ἡδύ· ὀφθήσεται δὲ λευκόν τε ἅμα καὶ ὁμαλὸν καὶ μέσον πως τοῦ ὑγροῦ τε καὶ παχέος. τὸ δὲ μοχθηρὸν ἤτοι παχὺ ἢ ὑγρὸν ἢ ὀῤῥῶδες ἢ πελιδνὸν καὶ ἀνώμαλον ἐν συστάσει καὶ τῇ χρόᾳ. ἀλλὰ καὶ τοῖς γευομένοις πικρὸν ἢ ἁλμυρὸν ἤ τινος ἑτέρας ἀλλοκότου ποιότητος μετέχον φανήσεται. φησὶ δὲ μὴ μόνον τὸ γάλα εἶναι τροφὴν,

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]