In Hippocratis De Alimento (On Hippocrates' Nutriment)
Kühn 1828
τριπλάσιός ἐστι τοῦ τῆς κινήσεως. ὅπερ ἀληθὲς ὡς ἐπὶ τὸ πλεῖστον εἶναι δοκεῖ.
Οὐκ ἔστι καὶ ἔστι. γίνεται δὲ ἐν τούτοισι καὶ πλέω καὶ ἐλάσσω. καὶ ὅλον καὶ κατὰ μέρος. καὶ εἴπομεν δὲ καὶ πλέω πλεόνων καὶ ἐλάσσω ἐλασσόνων. οὐ πολλὸν δὲ πλείω ἢ ἐλάσσω· τὰ δὲ ἐλάσσω τοσαῦτα καὶ ὅσα ἄλλα τούτοισιν ὅμοια.Ἔστι μὲν τὰ ἔμβρυα, ἐπειδὴ γέγονε ἤδη καὶ διάπλασιν ἔχει τινά. οὐκ ἔστι δὲ ὅτι οὕπω τέλεια. αὖθις δὲ ὡς ἀπ᾿ ἀρχῆς λέγει, ἐν ταύταις ταῖς ἡμέραις, ἃς προέγραψε, καὶ πλείω καὶ ἐλάττω γίνεσθαι παιδία, ὡς διδάσκων ἡμᾶς μὴ ἕνα εἶναι τὸν ὡρισμένον αὐτῶν χρόνον, ἀλλὰ διάφορον κατὰ τὴν φύσιν τοῦ σπέρματος καὶ τῆς μήτρας καὶ τῆς ὥρας καὶ χώρας καὶ τῶν πολλῶν. οἱ δὲ παλαιοὶ ἐξηγηταὶ
Work
Title: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 224-417
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_099.xml [346 Kb]