Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἄλλως λαμβάνουσι τὸ χωρίον. ἡγοῦνται γὰρ περὶ τῆς ὀκταμήνου γενέσεως τοῦτο λέγεσθαι. καὶ γὰρ ὁ Γλαυκίας οὕτως τὸ ῥηθὲν ἐκφέρει, οὐκ ἔστι δὲ καὶ ἔστι τὸ ὀκτάμηνον βρέφος. καὶ πάντα ἐνθάδε μεταφέρει, ἅπερ γέγραπται ἐν τῷ περὶ ὀκταμήνων, ὧν οὐδὲν περιγίνεται. Σαβῖνος δέ φησι ταῦτα φαίνεσθαι μὲν μετὰ τὴν ἔκτρωσιν καὶ οὕτως εἶναι ὡς ζῶα· οὐκ εἶναι δὲ ὡς εὐθὺς θνήσκοντα, ὡς τίκτεσθαι μὲν, οὐ περιγίνεσθαι δέ. ἄλλοι δέ * *

Ὀστέων τροφὴ ἐκ κατάξιος, ῥινὶ δὶς πέντε, γνάθῳ δὲ καὶ κληῖδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοισι δύναται πλέον ἢ ἔλασσον.

Τὰ τῶν ὀστέων τῆς ῥινὸς κατάγματα ὑγιαίνει τε καὶ κρατύνεται δέκα ἡμέραις, γνάθου δὲ καὶ κληῖδος καὶ μετώπου

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]