Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

εἴκοσιν, ὤμου δὲ τριάκοντα, κνήμης καὶ βραχίονος τεσσαράκοντα, μηροῦ δὲ πεντήκοντα. εἰσὶ μέντοι αἰτίαι πολλαὶ, δι᾿ ἃς ταῦτα τὰ νῦν λεγόμενα ὑπαλλάττεται. καὶ γὰρ ἥ τε τοῦ ἔτους ὥρα καὶ χώρα καὶ φύσις καὶ ἡλικία τοῦ θεραπευομένου σώματος καὶ δίαιτα καὶ ὁ τρόπος τῆς δέσεως ποιοῦσι πολλάκις ὡς θᾶττον ἢ βραδύτερον τὰ κατάγματα κρατύνεσθαι καὶ πωροῦσθαι. ἔστι δὲ καὶ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναί τε καὶ γενέσθαι πῶρον, ἡ δ᾿ ὑγρότης ἀνεπιτήδειος. ἔτι δὲ καὶ ἡ δύναμις ἰσχυρὰ θᾶττον ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δ᾿ ἀσθενεστέρα βραδύτερον. περὶ πάντων δὲ τούτων εἴρηται τελειότερον ἐν τοῖς εἰς τὸ περὶ ἀγμῶν ὑπομνήμασιν.

Αἷμα ὑγρὸν καὶ αἷμα στερεόν· αἷμα ὑγρὸν ἀστεῖον, αἷμα στερεὸν φλαῦρον. πάντα δὲ τὰ φλαῦρα καὶ ἀστεῖα πρός τι.

Θερμὸν καὶ ὑγρὸν τῇ φύσει τὸ αἷμα. διὰ τοῦτο ἡνίκα

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]