Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

θρέψιν. ἡ μὲν οὖν γένεσις σύγκειται ἔκ τε τῆς ἀλλοιώσεως καὶ τῆς διαπλάσεως. οὐ γὰρ γίνεταί τι μὴ ἀλλοιουμένης οὐσίας ἐξ ἦς τὸ ζῶον γίνεται, οὐδὲ τὸ σχῆμα κτᾶται τῆς ἀλλοιουμένης. οὐσίας μὴ διαπλαττομένης. αὔξησιν δὲ εἶναι ἐπίδοσίν τινα εἰς μῆκος καὶ βάθος καὶ πλάτος τῶν μορίων τῶν στερεῶν, οὐδεὶς, οἶμαι, ἀγνοεῖ. θρέψις δέ ἐστι πρόσθεσις τοῖς μορίοις αὐτοῖς γινομένη. κατὰ δὲ τὴν θρέψιν τῷ ἤδη γεγονότι συνεξομοιοῦται τὸ ἐπιῤῥέον. καὶ αὕτη ἡ αἰτία ἐστὶν, ὅτι εὐλόγως ἐκείνην μὲν τὴν ἀλλοίωσιν γένεσιν, τοιαύτην δὲ ὁμοίωσιν ὀνομάζομεν. καὶ δὴ αἱ μὲν τρεῖς τοιαῦται τῆς φύσεως δυνάμεις πρῶταί εἰσι καὶ κυριώταται. ἀλλὰ μὴν δέονται εἰς ὑπηρεσίαν καὶ ἀλλήλων καὶ ἄλλων. καὶ γὰρ γενητικὴ καὶ αὐξητικὴ τινῶν δέονται, ὡς ἤδη δέδεικται. ἡ δὲ θρεπτικὴ ἀπαιτεῖ καὶ αὐτὴ πολλά. αὐτῆς γὰρ ἐνέργεια, ὡς λέλεκται, ὁμοίωσίς ἐστιν. οὐ δύναται δὲ τὰ ὄντα ὁμοιοῦσθαι καὶ μεταβάλλειν εἰς ἄλληλα, εἰ μὴ ἔχοι τινὰ κοινωνίαν καὶ συγγένειαν ἐν ταῖς ποιότησι, ὡς ἐν ξηρότητι καὶ ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ταῖς

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]