Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

γένους εἴη τῶν τρεφόντων, εἰ μὲν κρατηθείη, θερμαίνει· μὴ κρατηθέντα δὲ ψύχει. εἰ δὲ τῶν ἐπ᾿ ὀλίγον ποσὸν ἀλλοιουμένων, θερμαίνει πάντως· εἰ δὲ τῶν μηδ᾿ ὅλως, ψύχει μάλιστα. ὥσπερ δὲ τὸ θερμὸν καὶ τὸ αἷμα διὰ τῆς τροφῆς αὐξάνεται, οὕτω ξηραίνεται ἐν ταῖς ἀσιτίαις τὸ αἷμα καὶ παχύτερον ἑαυτοῦ γίνεται. προστίθησι δὲ, ὠφέλειάν τε καὶ βλάβην εἶναι εἰς τὴν δύναμιν. προσέχειν οὖν χρὴ τὸν νοῦν ἀκριβῶς, ἵνα γνῶμεν ὅτι ἡ δυνάμις ἕξει τὴν μίαν ἔνδειξιν ἀεὶ, ἥτις ἐστὶν ἑαυτῆς φυλακή. φυλάττεται δὲ κατὰ μὲν πρῶτον λόγον ἐκ τοῦ τῆς οὐσίας αὐτῆς τὸ κενούμενον ἢ ἀλλοιούμενον ἐπανορθοῦσθαι· κατὰ δεύτερον δὲ ἐκ τοῦ κωλύειν ἡμᾶς τὰ κενοῦν ἢ ἀλλοιοῦν τὴν οὐσίαν αὐτῆς δυνάμενα. τούτων μὲν οὕτως ἐχόντων ἐπὶ μὲν τῶν ὑγιαινόντων συμφωνία τῶν πραττομένων ἁπάντων ἐστὶν εἰς τὴν διαμονὴν αὐτῆς· ἐπὶ δὲ τῶν νοσούντων οὐκ ἀεί. μέγιστον γοῦν ἐστι τὸ τῶν δυνάμεων ἀξίωμα, εἴπερ τὸ ζῇν ἡμῖν ἐκ τῆς τούτων ὑπάρχει φυλακῆς. ἡ δύναμις οὖν ἁπάντων

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]