Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

οὕτως αὐτὴν ὀνομάζομεν, ὅταν τὴν οὐσίαν ἀγνοῶμεν. ὅταν δὲ ῥώμην ἢ ἀρετὴν δυνάμεως λέγωμεν, ἢ καὶ ἀῤῥωστίαν τε καὶ κακίαν, τότε ὡς πρὸς τὴν ἐνέργειαν ἀκούειν χρὴ τῶν ὀνομάτων. αἱ μὲν οὖν ἐν τῷ σώματι τῶν ζώων δυνάμεις ὀργάνων ἐπιτηδείων δέονταί πρὸς τοὔργον. καὶ ὡς οἱ κατὰ τὰς πόλεις τέκτονες ὀργάνοις τισὶ χρῶνται, δι᾿ ὧν τὸ σφέτερον ἔργον ἀποτελοῦσι, οὕτως αἱ δυνάμεις. οὐσῶν δὲ τριῶν ἐν ἡμῖν, τῆς ψυχικῆς καὶ ζωτικῆς καὶ φυσικῆς, αἵπερ διοικοῦσι τὸ ζῶον καὶ ἑτερογενεῖς ἀλλήλων εἰσὶν, ὥσπερ ἐκ πηγῆς τινος ἰδίας ἑκάστῃ παντὶ τῷ σώματι διανέμεται. ἔστι δ᾿ ἡ μέν τις αὐτῶν εἰς τὸ τρέφεσθαι τὸ ζῶον ἀναγκαία καὶ κοινὴ πρὸς τὰ φυτά· καὶ οἷον πηγὴν ἔχει τὸ ἧπαρ. ὀχετοὺς δὲ ἐξ αὐτῆς εἰς ὅλον τὸ σῶμα διασπειρομένους τὰς φλέβας, ἣν ἔξεστιν ἐπιθυμητικὴν ἢ φυσικὴν ἢ καὶ θρεπτικὴν ὀνομάζειν. ἑτέρα δὲ οὐ μόνον ὡς φυτοῖς ἡμῖν ἢ ζῶσιν, ἀλλὰ καὶ ὡς ζώοις ὑπάρχουσα ψυχὴ κατὰ τὴν καρδίαν ἵδρυται, πηγή τις οὖσα καὶ ἥδε τῆς ἐμφύτου

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]