Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἑξῆς διαφθείρεται. ἴσμεν γὰρ ὅτι ἐπὶ παντὸς τοῦ θερμαίνοντος, ὅσον εὐαλλοίωτον ἦν, ἢ τῇ φύσει θερμὸν ἐκθερμαίνεσθαί τε καὶ οὕτω φθείρεσθαι πρῶτον, ὥσπερ γε κᾀπὶ τοῦ ψύχοντος, ὅσον εὐαλλοίωτον ἢ τῇ φύσει ψυχρὸν, ἐκεῖνο πρῶτον καταψύχεται καὶ διαφθείρεται εἴτε καθόλου εἴτε κατὰ μέρος. ἔστι δ᾿ εὐαλλοίωτα ὅσα καὶ λεπτομερέστερα. διὸ τὸ πνεῦμα εὐαλλοίωτόν ἐστι. θερμότατον δὲ φύσει ἡ χολὴ ξανθὴ, ψυχρότατον δὲ τὸ φλέγμα. αἷμα δὲ ἐφεξῆς τῇ ξανθῇ χολῇ θερμόν. ἡ μέλαινα δὲ ψυχρὸν κατὰ τὸ φλέγμα. ἀλλοιοῦται μὲν γὰρ ἡ ξανθὴ χολὴ ῥᾳδίως ὑπὸ παντὸς τοῦ δρῶντος εἰς αὐτὴν, ἡ μέλαινα δὲ δυσκόλως. συνελόντι δ᾿ εἰπεῖν τὸ μὲν λεπτομερὲς ἅπαν εὐαλλοίωτον, τὸ δὲ παχυμερὲς δυσαλλοίωτον καὶ ἑξῆς δύσφθαρτον. εἰσὶ δὲ διαφθοραὶ τοῦ σώματος ἡμῶν διτταὶ κατὰ γένος. αἱ μὲν γὰρ αὐτῶν ἀναγκαῖαί τέ εἰσι καὶ σύμφυτοι καὶ ὡς τῶν ἀρχῶν τῆς γενέσεως ὁρμώμεναι, καθάπερ ἐξ αἵματός τε καὶ σπέρματος. ἔνιαι δὲ ἐξ αὐτῶν ἡμῶν ὁρμώμεναι. πρῶτον μὲν γένος διὰ τὴν ξηρότητα γίνεται καὶ γῆρας καλεῖται.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]