Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἔστι δὲ σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι τῷ γεννητῷ σώματι. δευτέρα δὲ τοῖς ζώοις μάλιστα ὑπάρχουσα, τῆς ὅλης αὐτῶν οὐσίας ἡ ῥύσις, ἐκ τῆς ἐμφύτου θερμότητος ἀποτελουμένη. ῥεούσης γοῦν τῆς συστάσεως ἀπὸ πάντων τῶν ζώων, εἰ μή τις ἑτέρα ὁμοία ἀντεισάγει τῷ ἀποῤῥέοντι, διαφθαρθήσεται σύμπαν οὕτω τὸ σῶμα. διὰ μὲν οὖν τῆς ἐδωδῆς ἀναπληροῦμεν ὅσον ἀποῤῥυῇ τῆς ξηροτέρας οὐσίας· διὰ δὲ τοῦ πόματος ὅσον τῆς ὑγροτέρας. οὕτω δὲ καὶ τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας τὴν συμμετρίαν ἀνα- πνοαῖς τε καὶ σφυγμοῖς διασώζομεν. οὐ γὰρ ὡσαύτως ὑπὸ τῶν θερμῶν ἢ ψυχρῶν ἅπαν τὸ σῶμα διατίθεται. καὶ διὰ τοῦτο τινὰ μὲν οἰκείους ἔχει χυμοὺς ἀλλήλοις ζῶα, τινὰ δὲ οὐ μόνον οἰκείους ἔχει, ἀλλὰ καὶ φθαρτικούς. τρέφεται δὲ πάντα πρὸς τῶν ὁμοίων. ἀναιρεῖται δὲ καὶ φθείρεται πρὸς τῶν ἐναντίων. οὐδὲν μέντοι αὐτὸ ἐξ ἑαυτοῦ, ὥς γε ἐκ τῆς οἰκείας θερμασίας φθείρεται· τοὐναντίον δ᾿ ἅπαν αὐξάνεταί τε καὶ ῥώννυται καὶ ὑγιαίνει καὶ ζῇ. εἰ δέ τι παρὰ φύσιν ἐγγένηται τοῖς σώμασι, τοὺς μὲν χυμοὺς

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]