Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πρώτους δι᾿ ὑγρότητα διαφθείρει· τῷ χρόνῳ δὲ καὶ τῆς πιμελῆς ἅπτεται καὶ τῆς σαρκός. καὶ διὰ τοῦτο ὁρᾶται πολλάκις ἐκχολούμενον τὸ αἷμα κατά τινα διαφθορὰν ἀλλόκοτον· ὡς ὅλον τὸ τοῦ σώματος γενέσθαι πρασοειδές. ἀλλὰ καὶ χωρὶς τῶν θανασίμων φαρμάκων εἰς διαφθορὰν χυμῶν ἀφικνούμενον ὁρᾶται τὸ σῶμα, παραπλησίαν τῇ διὰ τῶν φαρμάκων γιγνομένῃ. ἐνίοτε δὲ τὸ χρῶμα ἐξαλλάττεται διὰ τὴν τροπὴν χυμῶν, ὡς ἰκτεριωθῆναι τὸ πᾶν. ἐνίοτε δὲ μολίβδῳ παραπλήσιον ἔχειν τὴν χρόαν· ἐνίοτε δὲ φαιοτέραν· ἐνίοτε δὲ μελαντέραν· ἐνίοτε δὲ καὶ πρὸς τὸ * οὐ θαυμαστόν. δῆλον γὰρ ὅτι ἡ σῆψις ὑπὸ θερμότητος ἀλλοτρίας γίνεται, ὡς εἴρηται. λέγω δ᾿ ἀλλοτρίαν τὴν ἔξωθεν, οὐκ ἔμφυτον, οὐδὲ οἰκείαν ἑκάστου τῶν ὄντων. αὐτὴ μὲν πέφυκεν πέττειν, ἡ δὲ ἀλλοτρία διαφθείρειν. οὕτω δὲ ἔξωθεν θερμότης ἐπιγίνεται τοῖς χυμοῖς, μάλιστα δὲ τῷ αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις καταστάσεις. ἀλλὰ κᾀπειδὰν ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον ἀθροισθὲν ὑπὲρ τὴν δύναμιν αὐτοῦ γένηται, διαφθείρεται,

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]