Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

τὸ καθό· τρία γάρ ἐστι τὰ σύμπαντα γένη τῶν παρὰ φύσιν, ἓν μὲν αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν, ἕτερον δὲ τὰ τούτων αἴτια, καὶ τρίτον τὰ συμπτώματα. τὰ μὲν οὖν αἴτια κυριώτατα μὲν, ὅταν ἐνεργῶσι, οὕτως ὀνομάζεται. λέγεται μέντοι γε πολλάκις, εἰ καὶ μηδέπω μηδὲν ἐνεργεῖ, κατ᾿ αὐτὸ τὸ δύνασθαι μόνον, οἷον καὶ ἀπεψίαι νόσων αἰτίαι λέγονται, κᾂν μηδέπω τις νοσάζῃ. διὸ τῶν αἰτίων τὸ μέν ἐστι προκαταρκτικὸν, τὸ δὲ συνεκτικὸν, τὸ δὲ προηγούμενον· ὡς προκαταρκτικὸν μὲν εἶναι, ὃ ποιῆσαν τὸ ἀποτέλεσμα κεχώρισται. συνεκτικὸν δὲ, ὃ παρὸν φυλάττει τὴν παροῦσαν νόσον. ἀναιρούμενον δὲ συναναιρεῖ, προηγούμενον δὲ αἴτιόν ἐστι, τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ κατασκευάζεταί πως. οὗ παρόντος πάρεστι τὸ ἀποτέλεσμα καὶ αὐξομένου αὔξεται· καὶ μειουμένου μειοῦται· καὶ αἱρουμένου αἱρεῖται· εὑρίσκεται δὲ καὶ ἄλλα γένη πολλὰ, ὡς τὸ αὐτοτελὲς, τό τε συναίτιον καὶ τὸ συνεργόν· ὥσπερ καὶ τὰ πρόδηλα καὶ μὴ πρόδηλα αἴτια. λέγουσι μὲν αὐτοτελὲς εἶναι τὸ αὐτὸ καθ᾿ αὑτὸ ποιοῦν τὸ τέλος.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]