Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐπὶ τὸ δακνῶδες καὶ τὸ δριμὺ, τῆς ἀποκρίσεως ἐφίεσθαι. ὅθεν καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν αἱ ἀποκρίσεις γίνονται ὡς κοιλίας, ἱδρῶτος, πτυάλου, οὔρων, μύξης καὶ τῶν ἄλλων πολλῶν. ἀλλ᾿ ὅταν ἅμα συνέλθοι τὴν μὲν ἑλκτικὴν δύναμιν ἐπισπᾶσθαι πολὺν χρόνον, ἀδυνατεῖν δὲ τὴν ἀλλοιωτικὴν ἅπαντα τὰ ἑλχθέντα κατεργάζεσθαι καὶ διὰ τοῦτο πολλὰ γενέσθαι τὰ περιττώματα, τὴν ἀποκριτικὴν δὲ ἐν τούτῳ τῷ καιρῷ χεῖρόν τε καὶ ἀτονώτερον ἑαυτῆς κινεῖσθαι, πλῆθος οὕτως ἀνάγκη τῶν περιττωμάτων ἐν ταῖς σαρξὶ συνίστασθαι. κᾀν τούτῳ, κατὰ τὴν ἰδέαν καὶ ποσὸν τοῦ περιττώματος ἄλλοτε ἀλλοίαν γίνεσθαι τὴν σάρκα, ποτὲ μὲν οἰδηματώδη, ποτὲ δὲ φυσώδη, ποτὲ δὲ ὑδερώδη· ἐνίοτε δὲ καὶ παρὰ φύσιν γίνεται ἔκκρισις, ἤτοι, ὡς εἴρηται, διά τινα δυνάμεως βλάβην ἢ ἐρεθισμὸν ἄκαιρον ἢ πλημμελῆ κίνησιν, ἀφ᾿ ἧς ἐπεγείρεται ἡ δύναμις, ἢ διὰ ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου τινός· ὥσπερ ἡ τοῦ αἵματος ἔκκρισις, ἣ τῷ γένει δοκεῖ παρὰ φύσιν

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]