Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πλῆθος τῶν οὔρων οὐκ ἐκκαθαιρούσης τὸ σῶμα καὶ κινούσης τὰ λυποῦντα τῆς φύσεως· ἀλλ᾿ ὥσπερ συμβαίνει ἱδρῶτάς τε καὶ διαχωρήματα ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης αὐτὰ τῆς φύσεως, αὕτη γὰρ ἡ τῶν οὔρων διάκρισις, ἐὰν ἀναμνησθῇς ὅπως γίνεται, θαυμαστὴν ἐνδείξεταί σοι πρόνοιαν τῆς φύσεως εἰς τὰ ζῶα τῆς τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν οὐρητήρων ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν. ὥστε εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο, μοχθηρῶς ἂν ἢ οὐδ᾿ ὅλως ἐγίνετο τὰ περὶ τῶν οὔρων διάκρισίν τε καὶ κένωσιν. καὶ γὰρ ἡ τῶν οὔρων διάγνωσις πάνυ ὠφέλιμός ἐστι· μάλιστα δὲ ἐν τοῖς νοσήμασι τοῖς ὀξέσιν· ὡς ἐν τοῖς προγνωστικοῖς εἴρηται ἡμῖν. Ἱπποκράτης μέντοι εἴωθε καὶ ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ διάθεσις, εἰς τὰ οὖρα βλέπειν· κατὰ φύσιν μὲν γὰρ ἐχόντων αὐτῶν, ἐκ μόνων ἀναπνευστικῶν ὁ κίνδυνος, εἰ δὲ καὶ ταῦτα μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται τότε καὶ τῆς

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]