Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

πειρᾶται, διακρίνουσά τε τὸ μοχθηρὸν ἐξ αὐτοῦ, κᾀκ τῶν κυρίων μορίων ὠθοῦσα, ποτὲ μὲν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα, ποτὲ δὲ εἰς τὴν ἐκτὸς ἐπιφάνειαν. ἀλλ᾿ ὅσα μὲν τῶν τοιούτων λεπτομερεστέρας οὐσίας ἐστὶ, διεξέρχεται τὸ δέρμα, τινὰ μὲν κατὰ τὴν ἄδηλον τῇ αἰσθήσει διαπνοὴν, ἔνια δὲ αἰσθητικῶς, καθάπερ οἱ ἱδρῶτες· ὅσα δὲ παχύτερα, διεξελθεῖν μὲν οὐ δύναται τὴν πυκνότητα τοῦ δέρματος, κενοῦνται δὲ ἤτοι ὑπὸ τῶν φαρμάκων ἢ καθάρσεων ἢ κλυστήρων ἢ ἐμέτων. ἐκκενοῦνται μὲν ἑτοιμότερον οἱ μὲν ἐν ταῖς πρώταις φλεψὶ χυμοὶ διὰ γαστρός· οἱ δὲ ἐν ταῖς μεθ᾿ ἧπαρ δι᾿ οὔρων· οἱ δὲ καθ᾿ ὅλην τὴν ἕξιν δι᾿ ἱδρώτων· ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι᾿ ὑπερώας ἢ διὰ ῥινῶν ἢ δι᾿ ἀμφοτέρων· οἱ δὲ ἐν ταῖς τοῦ θώρακος εὐρυχωρίαις, διὰ φάρυγγος ἅμα καὶ βηχός· οἱ δὲ κατὰ τοὺς νεφροὺς ἢ κύστιν δι᾿ οὔρων. περὶ δὲ τῶν πτυσμάτων εἰδέναι χρὴ τοῦτο, ὅτι τὰ μὲν αὐτῶν ἐστιν ἀφρώδη, τὰ δὲ πυῤῥὰ, τὰ δὲ ξανθὰ ἢ ὠχρὰ ἢ ἐρυθρὰ ἢ μέλανα. τούτων δὲ τὰ μὲν ἀφρώδη φλεγματικώτερον ἐνδείκνυται τὸ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]