Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ῥεῦμα· τὰ δὲ ξανθὰ πικρόχολον ἄκρατον. ὅσα δὲ πυῤῥὰ, πικρόχολα μὲν καὶ ταῦτα, μεμίχθαι δὲ οὐκ ὀλίγον ὀῤῥῶδες περίττωμα τῇ χολῇ ξανθῇ δηλοῖ. οὕτω δὲ καὶ τὰ μέλανα μελαγχολικὸν ἐνδείκνυται τὸ ῥεῦμα, ὅσα δὲ τὴν χροιὰν μᾶλλόν πως ἐρυθρά ἐστι, πλεῖστον μὲν αἵματος, ὀλίγον δὲ τῆς πικρᾶς χολῆς μετέχειν τὸν χυμὸν σημαίνει· καὶ διὰ τοῦτο πάντων μέν ἐστιν ἐπιεικέστατον πτυσμάτων, ὡς τὰ μέλανα πάντων ὀλεθριώτατα. πῶς δὲ χρὴ τὰ πτύσματα κατὰ τὰς ὀξείας νόσους σκοπεῖσθαι οὐκ ἔστιν ἀναγκαῖον εἰπεῖν κατὰ τὸ παρόν. οὐ γὰρ περὶ τούτων νῦν ὁ παλαιὸς διαλέγεται, ἀλλὰ ἐν τῷ περὶ διαίτης ἱκανῶς εἴρηται· καὶ ἡμεῖς ἤδη ἐξηγησάμεθα ἐν τοῖς τέτταρσι τὴν πραγματείαν αὐτὴν ὑπομνήμασι. διὸ πρὸς τὰ ἑξῆς μεταβήσομαι. προστίθησι γοῦν, μύξης, ὑστέρης, καθ᾿ αἱμοῤῥοΐδα καὶ τὰ λοιπά· περὶ ὧν καθ᾿ ἕκαστον λέγοντας οὐ χρὴ μηκῦναι τὸν λόγον. ἀρκεῖ δὲ τοσοῦτον περὶ αὐτῶν εἰπεῖν, καθ᾿ ὅσον δύναιτο εἰδέναι τις τὰς κενώσεις γίνεσθαι, τὰς μὲν κατὰ φύσιν, τὰς δὲ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]