Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

παρὰ φύσιν· ὅπερ δὴ ἡμῖν πρόκειται δεικνύναι· ὥσπερ καὶ περὶ μύξης ἰστέον ὅτι πολλάκις ὁ ἐγκέφαλος ταύτης ἐκκενουμένης ἐκκαθαίρεται. τὸ μὲν γὰρ τῶν ὀσμῶν αἰσθητήριον ἔνδον ἐγένετο τοῦ κρανίου ἐν ταῖς προσθίοις τοῦ ἐγκεφάλου κοιλίαις ἀμμῶδές τε πνεῦμα περιεχούσαις. ἔδει μὲν γὰρ στέγασμά τι περιβεβλῆσθαι τοιοῦτον, οἷον καὶ φρουρεῖν ἱκανὸν εἶναι καὶ μὴ κωλύειν τὴν δίοδον τῶν αἰσθητῶν. διὸ τουτὶ τὸ σκέπασμα ἀραιὸν ἐγένετο. ὅθεν πολλάκις γίνεται τῶν ἄνωθεν περιττωμάτων ἀθρόα κένωσις· ἃ δὴ βλέννας μὲν οἱ παλαιοὶ, μύξας δὲ νεώτεροι κατὰ τὸν Ἱπποκράτην ὀνομάζουσι. Πρόδικος μέντοι τὸ πρὸς ἁπάντων ἀνθρώπων καλούμενον φλέγμα, οὗ τὸ χρῶμα λευκόν ἐστι, βλένναν ὀνομάζει· τὸ δὲ φλέγμα καλεῖ αὐτὸς τὸ συγκεκαυμένον καὶ οἷον ὑπερωπτημένον ἐν τοῖς χυμοῖς. τὸ δὲ ἐξ ἐγκεφάλου καταῤῥέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς, ἀλλὰ βλένναν τε καὶ κόρυζαν καὶ μύξαν καλοίη. τὸ δὲ κατὰ τὴν γαστέρα τε καὶ ἔντερα συνιστάμενον φλέγμα, ὅπως ἂν ἐκκενῷτο καὶ αὐτὸ, μάλιστά τε καὶ τάχιστα παρεσκευασμένον

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]