Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

τῇ φύσει μηχάνημα, ἐν τοῖς περὶ χρείας εἴρηται μορίων. ὅσον μὲν ἐμφέρεται ταῖς φλεψὶ φλέγμα, χρήσιμον ὑπάρχον, οὐδεμιᾶς δεῖται κενώσεως· ἀλλὰ γινώσκειν χρὴ ὅτι τοῦ φλέγματος τὸ μὲν χρήσιμον καὶ κατὰ φύσιν ἐν τοῖς ζώοις, τὸ δ᾿ ἄχρηστόν τε καὶ παρὰ φύσιν. ὅσον μὲν ἂν ᾖ γλυκὺ, χρηστὸν μέν ἐστι τοῦτο τῷ ζώῳ καὶ κατὰ φύσιν· ὅσον δὲ ὀξὺ καὶ ἁλυκὸν ἐγένετο, τὸ μὲν ὀξὺ τελέως ἀπεπτῆσθαι, τὸ δ᾿ ἁλμυρὸν διασεσῆφθαι. ταῦτ᾿ ἀρκεῖν μοι δοκεῖ περὶ μύξης ἐν τῷ νῦν. περὶ δὲ τῆς ὑστέρας ὀλίγα ῥηθήσεται· καὶ πρῶτον μὲν, πότερον ὑστέρον, ἢ μήτραν κλητέον ἐστὶ τὸ μόριον ἐκεῖνο, ὃ πρὸς τὴν κύησιν ἔδωκε φύσις ταῖς γυναιξὶν, οὐδὲν διαφέρει· ἔπειτα ἰστέον ὅτι τινά ἐστιν ἅπερ κενοῖ καὶ καθαίρει πάντα τὰ τοῦ ζώου σώματα, τινὰ δὲ τὶ μόριον. γίνονται μὲν ποτὲ τάδε διὰ τῶν καθαιρόντων ὅλον τὸ σῶμα, ποτὲ δὲ διὰ τῶν μορίου τινος κενωτικῶν· οἷον ὅσα δι᾿ ὑπερώας καὶ ῥινῶν ἀπάγει τῆς κεφαλῆς τὰ περιττά· καὶ ὅσα διὰ βηχὸς ἐκκαθαίρει τὰ κατὰ θώρακα καὶ πνεύμονα· καὶ ὅσα δι᾿ οὔρων ἀπάγει τὸ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]