Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

κατὰ πάντας τοὺς χρόνους τοῖς σώμασιν ἡμῶν. οὐ συμφέρει δὲ, ὡς ὅταν μόνης τῆς καθάρσεως χρῄζει τὸ σῶμα, τροφῆς δὲ οὔ. τοῦτο δ᾿ οὐκ ἔστιν ἐπὶ πᾶσι καὶ ἀεὶ ἀληθές. διὸ προστίθησι, φλαῦρον καὶ ἄριστον πρός τι· δηλονότι τὸ βλαβερόν τε καὶ ὠφέλιμον. ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν τήνδε τὴν τροφὴν τῆς ἄλλης βελτίονα, ἑτέρῳ δὲ τὴν ἄλλην ὑπάρχειν· οὐχ ἁπλῶς δέ. ἐὰν μὲν γὰρ χρὴ φαρμακεύειν ἢ τὴν κοιλίαν καθᾶραι, βελτίονα πρὸς τοῦτο τὸ ἔργον εἶναι τὴν σκαμμωνίαν τῆς κράμβης λέξειας· ἐὰν δὲ μόνον ὑπάγειν τὴν γαστέρα δέῃ, τὸν τῆς κράμβης ζωμόν. οὕτω δὲ καὶ περὶ τῶν ἄλλων, διότι τὸ φαῦλον καὶ τὸ οὐ φαῦλον πρός τι λέγεται· καὶ ὃ τινὶ ἄριστόν ἐστι, ἄλλῳ φαῦλον ἔσται, καὶ ἀνάπαλιν. καὶ ὃ ἁπλῶς φαῦλόν ἐστι, τινὶ κατὰ μέρος ὠφέλιμον εὑρεθήσεται. περὶ δὲ τῆς τοῦ φαύλου ὀνομασίας ἰστέον ὅτι οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι λέγειν αὐτὸ ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ, ᾧ ἀντικείμενον τιθέασι τὸ ἀκριβές· νῦν δὲ οὐχ οὕτω ληπτέον, ἐπειδὴ ἀντίκειται αὐτῷ τὸ ἄριστον.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]