Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἐρυσίπελας ἔξωθεν ἔσω τρέπεσθαι, οὐκ ἀγαθόν ἔσωθεν δὲ ἔξω ἀγαθόν· ἵνα ἐπιστάμεθα πᾶν ὅ τι ἐκ τῶν βαθέων μερῶν ἐπὶ τὸ δέρμα τρέποιτο τῶν ἀγαθῶν εἶναι, ἔμπαλιν δὲ ἐπὶ τὸ βάθος μεθιστάμενον, τῶν κακῶν. διὰ τοῦτο οὐδὲν θαυμαστὸν εἰ τὰ ἕλκη ποτὲ ἐπ᾿ ἀγαθῷ γίνεται καίπερ ὄντων, ὡς εἶπον, πάντων σχεδὸν κακῶν. ὁ αὐτὸς δὲ λόγος τῆς ἐσχάρας ἐστίν. εἰ μὲν οὖν ἐκ τοῦ ἕλκεος τὸ αἷμα ῥέοι, ἐπισχεῖν μὲν χρὴ πρῶτον τὸ αἷμα, τὸ δὲ ἕλκος ἐξῆς ἰᾶσθαι. ἐσχάραν δὲ οἱ ἰατροὶ ὡς φράγμα τι τοῖς ἕλκεσιν ἑξεῦρον. ἔστι γὰρ ἡ γένεσις αὐτῆς ἐκ τῶν ὑποκειμένων καὶ περικειμένων σωμάτων, οἷον ἡμικαύτων γενομένων. ὥστ᾿ ἀπόλλυται τοῦ μορίου τοσοῦτον τῆς κατὰ φύσιν σαρκὸς, ὅσον κατὰ τὴν ἐσχάραν ἐκαύθη. πολλοῖς μὲν ἐπὶ ταῖς τῶν ἐσχάρων ἀποπτώσεσι δυσεπίσχετος ἐπηκολούθησεν αἱμοῤῥαγία· ὥστε βλάπτειν μεγάλως καὶ πολλάκις οὕτω συμβαίνει. καὶ θᾶττον ἀπόλλυται τὸ οὕτως αἱμοῤῥαγοῦν ζῶον, ἢ τὸ αἷμα παύεται κενούμενον. τότε δὲ ἡ ἀνάγκη βιάζεται χρῆσθαι τοῖς

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]