Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἅπασι βοηθήμασι· καὶ δεῖ τὸν ἰατρὸν ἀκριβῶς καὶ ἐπιμελῶς νοῦν προσέχειν. περὶ δὲ τοῦ αἵματος οὐδεὶς ἀγνοεῖ ὅτι ποτέ μὲν ὠφελίμως, ποτὲ δὲ βλαβερῶς ἐκρεῖ, ἢ καὶ ἐκκρίνεται. καὶ γὰρ εἰ λόγῳ κρίσεως, πεπεμμένου τοῦ νοσήματος, καὶ ἐν τῇ κρισίμῃ ἡμέρᾳ αἱμοῤῥαγία γένοιτο, εἴπερ δέον ἦν τὴν νόσον διὰ τοῦ αἵματος κρίνεσθαι, πάντως σώσει τὸν κάμνοντα· εἰ δ᾿ ἀνάπαλιν, οἴσεται τὸν θάνατον ἢ κίνδυνον μέγιστον, ὡς ἡμεῖς ὁσημέραι| σχεδὸν ὁρῶμεν. τὸ δὲ πῦον ἔχει δύο γένη καὶ καθ᾿ ἕτερον μὲν βλάπτει, καθ᾿ ἕτερον δὲ ὠφελεῖ· ὡς ὅταν ἐπικρατούσης τῆς φύσεως γίνεται. βλάπτει δὲ ὅταν γίνεται ἐκείνης νενικημένης· καὶ ἐπικρατούσης μὲν, ὡς ἐπὶ ταῖς φλεγμοναῖς καὶ τοῖς φυματώδεσιν ὄγκοις· καὶ ἐν τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας χυμοῖς τὸ τοῖς οὔροις ὑφιστάμενον. ἕτερον δὲ γένος ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως γίνεται, ὡς μηδεμίαν ἐπὶ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ σηπομένου περιττώματος. ὃ γίνεται ποτὲ μὲν ἐκείνης ἐσχάτως ἀσθενούσης, κᾂν τὸ σηπόμενον μετρίως ᾖ μοχθηρὸν,

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]