Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

ἔστι δ᾿ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς ἔσχατον τῆς ἀῤῥωστίας ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν ὑπάρχει. κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται πῦον. ἔστι γὰρ ἰδεῖν μὲν λευκὸν, παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθεν· ἔτι δὲ καὶ λεῖον ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες. πολλάκις δὲ λευκὸν μέν ἐστιν, ἀλλ᾿ ὅτι δυσῶδες εἶναι δοκεῖ, οὐ καλόν ἐστιν· ὡς ἐνίοτε οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται. διὸ εἶπεν ἐν τοῖς ἀφορισμοῖς Ἱπποκράτης, ὁκόσοι ἔμπυοι καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται. καὶ πάλιν, ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· καὶ τὰ ἑξῆς. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ἰχώρων νομιστέον, ὡς οὐ σμικρὰ συμπτώματα ὑφ᾿ ἑαυτῶν γίνεται. καὶ ὁ Πλάτων δὲ ταὐτό πως λέγει εἰπών· ἰχὼρ δὲ ὁ μὲν αἵματος ὀῤῥὸς πρᾷος, ὁ δὲ μελαίνης χολῆς, ὀξείας δὲ, ἄγριος. δῆλον γάρ ἐστιν ὅτι ἐπὶ πάντων χυλῶν τε καὶ χυμῶν ὑγρότης

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]